Παρασκευή 12 Μαρτίου 2010

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία, χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνούμέν σε πάντες,
ὦς ἔμψυχον ναόν, Θεοτόκε,
ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τὴ χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.

χαῖρε, Ἁγία Ἁγίων μείζων.

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῶ Πνεύματι.
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.
χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν.

Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.
χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.


Χαῖρε, δι' ἦς ἐγείρονται τρόπαια.

χαῖρε, δι' ἦς ἐχθροὶ καταπίπτουσι.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὧ πανύμνητε Μῆτερ,

ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον
δεξαμένη τὴν νὺν προσφοράν,

ἀπὸ πάσης ῥύσαι συμφορὰς ἅπαντας,
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας,

Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου