Κυριακή 7 Μαρτίου 2010

Ὄμμασι καὶ χείλεσιν ἁγνοῖς, ἀνακρούοντες μέλος ἀγαλλιάσεως τὸν τοῦ Κυρίου Σταυρὸν χαρᾷ προσκυνήσωμεν πιστοί, κροτοῦντες ἐν ᾄσμασι



Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν,
ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης
ἑκουσίως χεῖρας ἐκτείνας
ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα,
οὓς πρὶν ὁ ἐχθρός, δι΄ ἡδονῆς συλήσας,
ἐξορίστους Θεοῦ πεποίηκε.
Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν,
δι' οὗ ἠξιώθημεν,
τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας.
Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν
τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν.
Χαίροις Σταυρὲ
τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις,
ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν
καυχῶνται ὡς τῇ σῇ δυνάμει,
Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες.
Σὲ νῦν μετὰ φόβου,
Χριστιανοὶ ἀσπαζόμεθα,
καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες·
Κύριε ὁ ἐν αὐτῷ προσπαγείς,
ἐλέησον ἡμᾶς
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου