Πέμπτη 11 Μαρτίου 2010

Πρὸς ζῆλον ἔλθωμεν πιστοί, κατορθοῦντες τὸ πρᾷον, ταπεινώσει συζῶντες, ἐκ καρδίας στεναγμῷ, κλαυθμῷ τε καὶ προσευχῇ, ὅπως σχῶμεν ἐκ Θεοῦ συγχώρησιν


Ζηλώσωμεν οἱ πιστοί, τοῦ Τελώνου τὴν μετάνοιαν,
καὶ μὴ Φαρισαϊκῶς ἐγκαυχησώμεθα,
ἀλλ' ἐκ βάθους καρδίας, στεναγμὸν προσοίσωμεν,
τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ·
αὐτὸς γὰρ ἐνετείλατο,
λέγων, ὅτι, πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται.
Ὁ δὲ ταπεινῶν ἑαυτόν,ὑψωθήσεται.
Διὸ ὁμοφρόνως βοήσωμεν αὐτῷ·
ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς,
καὶ σῶσον ἡμᾶς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου