Τρίτη 9 Μαρτίου 2010

Μαρτύρων μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας


...Ἐπεὶ δὲ τούτων ἤκουσεν ὁ ἀλαζὼν ἐκεῖνος καὶ βάρβαρος,
οὐκ ἐνεγκὼν τῶν ἀνδρῶν τὴν παῤῥησίαν,
ὑπερζέσας τῷ θυμῷ, ἐσκόπει τίνα ἂν ἐξεύροι μηχανὴν,
ὥστε μακρόν τε αὐτοῖς καὶ πικρὸν ὁμοῦ κατασκευάσαι τὸν θάνατον.

Εὗρε δὴ οὖν ἐπίνοιαν, καὶ σκοπεῖτε ὡς χαλεπήν.

Περισκεψάμενος γὰρ τὴν φύσιν τῆς χώρας, ὅτι κρυμώδης,
καὶ τὴν ὥραν τοῦ ἔτους, ὅτι χειμέριος,
νύκτα ἐπιτηρήσας ἐν ᾗ μάλιστα τὸ δεινὸν ἐπιτείνεται,
ἄλλως δὲ καὶ τότε βορέου αὐτὴν ἐπιπνέοντος,
ἐκέλευσε πάντας γυμνωθέντας ὑπὸ τὸ αἴθριον
ἐν μέσῃ τῇ πόλει πηγνυμένους ἀποθανεῖν.

Πάντως δὲ ἴστε, οἱ πεπειραμένοι χειμῶνος,
ὡς ἀφόρητόν ἐστι τῆς βασάνου τὸ εἶδος.

Οὐδὲ γὰρ δυνατὸν ἄλλοις ἐνδείξασθαι ἢ τοῖς προαποκείμενα ἔχουσιν
ἐκ τῆς πείρας αὐτῆς τῶν λεγομένων τὰ ὑποδείγματα.

Σῶμα γὰρ κρύει παραπεσὸν πρῶτον μὲν ὅλον ἐστὶ πελιδνὸν, πηγνυμένου τοῦ αἵματος· ἔπειτα κλονεῖται καὶ ἀναβράσσεται, ὀδόντων ἀρασσομένων,
σπωμένων δὲ τῶν ἰνῶν, καὶ παντὸς τοῦ ὄγκου ἀπροαιρέτως συνελκομένου.

Ὀδύνη δέ τις δριμεῖα, καὶ πόνος ἄῤῥητος αὐτῶν καθικνούμενος τῶν μυελῶν, δυσφορωτάτην ποιεῖται τοῖς πηγνυμένοις τὴν αἴσθησιν.

Ἔπειτα ἀκρωτηριάζεται, ὥσπερ ἀπὸ πυρὸς, καιομένων τῶν ἄκρων.

Ἀποδιωκόμενον γὰρ τὸ θερμὸν ἀπὸ τῶν περάτων τοῦ σώματος,
καὶ συμφεῦγον ἐπὶ τὸ βάθος, τὰ μὲν, ὅθεν ἀπέστη, νεκρὰ καταλείπει,
τὰ δὲ, ἐφ᾿ ἃ συνωθεῖται, ὀδύναις δίδωσι,
κατὰ μικρὸν τοῦ θανάτου διὰ τῆς πήξεως προσιόντος.

Τότε τοίνυν αἴθριοι διανυκτερεύειν κατεδικάσθησαν, ὅτε λίμνη μὲν,
περὶ ἣν ἡ πόλις κατῴκισται, ἐν ᾗ ταῦτα διήθλουν οἱ ἅγιοι,
οἷόν τι πεδίον ἱππήλατον ἦν, μεταποιήσαντος αὐτὴν τοῦ κρυστάλλου·
καὶ ἠπειρωθεῖσα τῷ κρύει,
ἀσφαλῶς ὑπὲρ νῶτον πεζεύειν παρείχετο τοῖς περιοίκοις·
ποταμοὶ δὲ ἀένναα ῥέοντες, τῷ κρυστάλλῳ δεθέντες, τῶν ῥείθρων ἔστησαν·
ἥ τε ἁπαλὴ τοῦ ὕδατος φύσις πρὸς τὴν τῶν λίθων ἀντιτυπίαν μετεποιήθη·
βορέου δὲ δριμεῖαι πνοαὶ τὸ ἔμψυχον ἅπαν ἐπὶ τὸν θάνατον ἤπειγον.

Τότε τοίνυν ἀκούσαντες τοῦ προστάγματος
(καὶ σκόπει μοι ἐνταῦθα τῶν ἀνδρῶν τὸ ἀήττητον),
μετὰ χαρᾶς ἀποῤῥίψαντες ἕκαστος καὶ τὸν τελευταῖον χιτῶνα,
πρὸς τὸν διὰ τοῦ κρύους ἐχώρουν θάνατον,
ὥσπερ ἐν σκύλων διαρπαγῇ ἀλλήλοις ἐγκελευόμενοι.

Μὴ γὰρ ἱμάτιον, φησὶν, ἀποδυόμεθα, ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα,
τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.

Εὐχαριστοῦμέν σοι, Κύριε, τῷ ἱματίῳ τούτῳ τὴν ἁμαρτίαν συναποβάλλοντες.

Ἐπειδὴ διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ τὸν Χριστὸν ἐκδυσώμεθα.

Μὴ ἀντισχώμεθα ἱματίων διὰ τὸν παράδεισον ὃν ἀπωλέσαμεν.

Τί ἀνταποδῶμεν τῷ Κυρίῳ;

Ἐξεδύθη ἡμῶν καὶ ὁ Κύριος.

Τί μέγα δούλῳ τὰ τοῦ Δεσπότου παθεῖν;

Μᾶλλον δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμεῖς ἐσμεν οἱ ἐκδύσαντες.

Στρατιωτῶν γὰρ ἐκεῖνο τὸ τόλμημα, ἐκεῖνοι ἐξέδυσαν καὶ διεμερίσαντο τὰ ἱμάτια. Ἀνάγραπτον οὖν ἡμῶν κατηγορίαν δι᾿ ἑαυτῶν ἀπαλείψωμεν.

Δριμὺς ὁ χειμὼν, ἀλλὰ γλυκὺς ὁ παράδεισος·
ἀλγεινὴ ἡ πῆξις, ἀλλ᾿ ἡδεῖα ἡ ἀνάπαυσις.

Μικρὸν ἀναμείνωμεν, καὶ ὁ κόλπος ἡμᾶς θάλψει τοῦ πατριάρχου.

Μιᾶς νυκτὸς ὅλον αἰῶνα ἀνταλλαξώμεθα.

Καυθήτω ὁ ποῦς, ἵνα διηνεκῶς μετ᾿ ἀγγέλων χορεύῃ· ἀποῤῥυήτω ἡ χεὶρ, ἵνα ἔχῃ παῤῥησίαν πρὸς τὸν Δεσπότην ἐπαίρεσθαι.

Πόσοι τῶν στρατιωτῶν τῶν ἡμετέρων ἐπὶ παρατάξεως ἔπεσον,
βασιλεῖ φθαρτῷ τὴν πίστιν φυλάττοντες;

ἡμεῖς δὲ ὑπὲρ τῆς εἰς τὸν ἀληθινὸν βασιλέα πίστεως
τὴν ζωὴν ταύτην οὐ προησόμεθα;

Πόσοι τὸν τῶν κακούργων ὑπέστησαν θάνατον, ἁλόντες ἐπ᾿ ἀδικήμασιν;
ἡμεῖς δὲ ὑπὲρ δικαιοσύνης τὸν θάνατον οὐχ ὑποίσομεν;

Μὴ ἐκκλίνωμεν, ὦ συστρατιῶται, μὴ δῶμεν νῶτα τῷ διαβόλῳ.

Σάρκες εἰσὶ, μὴ φεισώμεθα· ἐπειδὴ δεῖ πάντως ἀποθανεῖν,
ἀποθάνωμεν ἵνα ζήσωμεν.

Γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου, Κύριε· καὶ προσδεχθείημεν, ὡς θυσία ζῶσα, εὐάρεστός σοι, τῷ κρύει τούτῳ ὁλοκαυτούμενοι, καλὴ ἡ προσφορὰ, καινὸν τὸ ὁλοκαύτωμα, οὐ διὰ πυρὸς, ἀλλὰ διὰ κρύους ὁλοκαρπούμενον.

Τούτους τοὺς παρακλητικοὺς ἐνδιδόντες ἀλλήλοις, καὶ ἄλλος ἄλλῳ ἐγκελευόμενοι, ὥσπερ τινὰ προφυλακὴν ἐν πολέμῳ πληροῦντες, τὴν νύκτα παρέπεμπον, φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, καταγελῶντες τοῦ ἀντιπάλου.

Μία δὲ ἦν πάντων εὐχή. Τεσσαράκοντα εἰσήλθομεν εἰς τὸ στάδιον,
οἱ τεσσαράκοντα στεφανωθείημεν, Δέσποτα. Μὴ λείψῃ τῷ ἀριθμῷ μηδὲ εἷς.

Τίμιός ἐστιν, ὃν ἐτίμησας τῇ νηστείᾳ τῶν τεσσαράκοντα ἡμερῶν,
δι᾿ οὗ νομοθεσία εἰσῆλθεν εἰς τὸν κόσμον.

Τεσσαράκοντα ἡμέραις ἐν νηστείᾳ Ἠλίας ἐκζητήσας τὸν Κύριον, τῆς θέας ἔτυχεν.

Καὶ ἡ μὲν ἐκείνων εὐχὴ τοιαύτη·

εἷς δὲ τοῦ ἀριθμοῦ, ὀκλάσας πρὸς τὰ δεινὰ, λειποτακτήσας ᾤχετο,
πένθος ἀμύθητον τοῖς ἁγίοις καταλιπών.

Ἀλλ᾿ οὐ γὰρ ἀφῆκεν αὐτῶν ἀτελεῖς γενέσθαι τὰς δεήσεις ὁ Κύριος.

Ὁ γὰρ τὴν φυλακὴν τῶν μαρτύρων πεπιστευμένος, ἐγγύθεν ἀπό τινος γυμνασίου διαθαλπόμενος, ἀπεσκόπει τὸ μέλλον,
ἕτοιμος προσδέχεσθαι τῶν στρατιωτῶν τοὺς προσφεύγοντας.

Καὶ γὰρ αὖ καὶ τοῦτο, ἐγγύθεν εἶναι λουτρὸν, ἐπενοήθη,
ὀξεῖαν τὴν βοήθειαν τοῖς μεταβαλλομένοις ἐπαγγελλόμενον.

Ὅπερ μέντοι τοῖς ἐναντίοις κακούργως ἐπενοήθη, τοιοῦτον ἐξευρεῖν τῆς ἀθλήσεως τόπον, ἐν ᾧ τὸ ἕτοιμον τῆς παραμυθίας ἐκλύειν ἔμελλε τῶν ἀγωνιζομένων τὴν ἔνστασιν· τοῦτο λαμπροτέραν ἐδείκνυε τὴν ὑπομονὴν τῶν μαρτύρων.

Οὐ γὰρ ὁ ἀπορῶν τῶν ἀναγκαίων καρτερικὸς, ἀλλ᾿ ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς.

Ὡς δὲ οἱ μὲν ἠγωνίζοντο, ὁ δὲ ἐπετήρει τὸ ἐκβησόμενον, εἶδε θέαμα ξένον,
δυνάμεις τινὰς ἐξ οὐρανῶν κατιούσας,
καὶ οἷον παρὰ βασιλέως δωρεὰς μεγάλας διανεμούσας τοῖς στρατιώταις·

αἳ τοῖς μὲν ἄλλοις πᾶσι διῄρουν τὰ δῶρα, ἕνα δὲ μόνον ἀφῆκαν ἀγέραστον,
ἀνάξιον κρίνασαι τῶν οὐρανίων τιμῶν· ὃς εὐθὺς,
πρὸς τοὺς πόνους ἀπαγορεύσας, πρὸς τοὺς ἐναντίους ἀπηυτομόλησεν.

Ἐλεεινὸν θέαμα τοῖς δικαίοις ὁ στρατιώτης φυγὰς, ὁ ἀριστεὺς αἰχμάλωτος, τὸ Χριστοῦ πρόβατον θηριάλωτον·

καὶ τό γε ἐλεεινότερον, ὅτι καὶ τῆς αἰωνίου ζωῆς διήμαρτε, καὶ οὐδὲ ταύτης ἀπήλαυσεν, εὐθὺς αὐτῷ τῆς σαρκὸς ἐν τῇ προσβολῇ τῆς θέρμης διαλυθείσης.

Καὶ ὁ μὲν φιλόζωος ἔπεσεν ἀνομήσας διακενῆς· ὁ δὲ δήμιος, ὡς εἶδεν αὐτὸν ἐκκλίναντα, καὶ πρὸς τὸ βαλανεῖον ἀποδραμόντα, ἑαυτὸν εἰς τὴν τοῦ λειποτακτήσαντος χώραν ἀντικατέστησε, καὶ ῥίψας τὰ περιβόλαια, τοῖς γυμνοῖς ἑαυτὸν ἐγκατέμιξε, κράζων τὴν αὐτὴν βοὴν τοῖς ἁγίοις·

Χριστιανός εἰμι.

Καὶ τῷ ἀθρόῳ τῆς μεταβολῆς ἐκπλήξας τοὺς συμπαρόντας, τόν τε ἀριθμὸν ἀνεπλήρωσε, καὶ τὴν ἐπὶ τῷ καταμαλακισθέντι λύπην τῇ παρ᾿ ἑαυτοῦ προσθήκῃ παρεμυθήσατο, μιμησάμενος τοὺς ἐπὶ παρατάξεως, οἳ, τοῦ κατὰ τὴν πρώτην ἀσπίδα πεσόντος, εὐθὺς ἀναπληροῦσι τὴν φάλαγγα,
ὡς μὴ τὸν συνασπισμὸν αὐτοῖς διακοπῆναι τῷ λείποντι.

Τοιοῦτον δή τι καὶ αὐτὸς ἐποίησεν.

Εἶδε τὰ οὐράνια θαύματα, ἐπέγνω τὴν ἀλήθειαν, προσέφυγε τῷ Δεσπότῃ, συνηριθμήθη τοῖς μάρτυσι.

Τὰ τῶν μαθητῶν ἀνενεώσατο. Ἀπῆλθεν Ἰούδας, καὶ ἀντεισήχθη Ματθίας. Μιμητὴς ἐγένετο Παύλου, ὁ χθὲς διώκτης, σήμερον εὐαγγελιζόμενος. Ἄνωθεν ἔσχε καὶ αὐτὸς τὴν κλῆσιν, Οὐκ ἀπ᾿ ἀνθρώπων, οὐδὲ δι᾿ ἀνθρώπου.

Ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐβαπτίσθη εἰς αὐτὸν,
οὐχ ὑπὸ ἄλλου, ἀλλ᾿ ὑπὸ τῆς οἰκείας πίστεως· οὐκ ἐν ὕδατι, ἀλλ᾿ ἐν τῷ ἰδίῳ αἵματι.

Καὶ οὕτως, ἡμέρας ἀρχομένης, ἔτι ἐμπνέοντες τῷ πυρὶ παρεδόθησαν, καὶ τὰ τοῦ πυρὸς λείψανα ἐπὶ τὸν ποταμὸν ἀπεῤῥίφη· ὥστε διὰ πάσης τῆς κτίσεως διεξελθεῖν τῶν μακαρίων τὴν ἄθλησιν.

Ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν,
τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο.

Ἐκείνων ἐστὶν ἡ φωνή·

Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Οὗτοί εἰσιν οἱ τὴν καθ᾿ ἡμᾶς χώραν διαλαβόντες, οἱονεὶ πύργοι τινὲς συνεχεῖς, ἀσφάλειαν ἐκ τῆς τῶν ἐναντίων καταδρομῆς παρεχόμενοι, οὐχ ἑνὶ τόπῳ ἑαυτοὺς κατακλείσαντες, ἀλλὰ πολλοῖς ἤδη ἐπιξενωθέντες χωρίοις,
καὶ πολλὰς πατρίδας κατακοσμήσαντες.

Καὶ τὸ παράδοξον, οὐ καθ᾿ ἕνα διαμερισθέντες τοῖς δεχομένοις ἐπιφοιτῶσιν·
ἀλλ᾿ ἀναμιχθέντες ἀλλήλοις, ἡνωμένως χορεύουσιν.

Ὢ τοῦ θαύματος!

Οὔτε ἐλλείπουσι τῷ ἀριθμῷ, οὔτε πλεονασμὸν ἐπιδέχονται.

Ἐὰν εἰς ἑκατὸν αὐτοὺς διέλῃς, τὸν οἰκεῖον ἀριθμὸν οὐκ ἐκβαίνουσιν· ἐὰν εἰς ἓν συναγάγῃς, τεσσαράκοντα καὶ οὕτω μένουσι, κατὰ τὴν τοῦ πυρὸς φύσιν.

Καὶ γὰρ ἐκεῖνο καὶ πρὸς τὸν ἐξάπτοντα μεταβαίνει, καὶ ὅλον ἐστὶ παρὰ τῷ ἔχοντι· καὶ οἱ τεσσαράκοντα καὶ πάντες εἰσὶν ὁμοῦ, καὶ πάντες εἰσὶ παρ᾿ ἑκάστῳ.

Ἡ ἄφθονος εὐεργεσία, ἡ μὴ δαπανωμένη χάρις· ἑτοίμη βοήθεια Χριστιανοῖς, ἐκκλησία μαρτύρων, στρατὸς τροπαιοφόρων, χορὸς δοξολογούντων.

Πόσα ἂν ἔκαμες, ἵνα ἕνα που εὕρῃς ὑπὲρ σοῦ δυσωποῦντα τὸν Κύριον;

Τεσσαράκοντά εἰσι, σύμφωνον ἀναπέμποντες προσευχήν.
Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου,
ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν.

Ὅπου δὲ τεσσαράκοντα, τίς ἀμφιβάλλει Θεοῦ παρουσίαν;

Ὁ θλιβόμενος ἐπὶ τοὺς τεσσαράκοντα καταφεύγει, ὁ εὐφραινόμενος ἐπ᾿ αὐτοὺς ἀποτρέχει· ὁ μὲν, ἵνα λύσιν εὕρῃ τῶν δυσχερῶν·
ὁ δὲ, ἵνα φυλαχθῇ αὐτῷ τὰ χρηστότερα.

Ἐνταῦθα γυνὴ εὐσεβὴς ὑπὲρ τέκνων εὐχομένη καταλαμβάνεται,
ἀποδημοῦντι ἀνδρὶ τὴν ἐπάνοδον αἰτουμένη, ἀῤῥωστοῦντι τὴν σωτηρίαν.

Μετὰ μαρτύρων γενέσθω τὰ αἰτήματα ὑμῶν.

Οἱ νεανίσκοι τοὺς ἡλικιώτας μιμείσθωσαν· οἱ πατέρες, τοιούτων εἶναι παίδων πατέρες εὐχέσθωσαν· αἱ μητέρες, καλῆς μητρὸς διήγημα διδαχθήτωσαν.

Μήτηρ ἑνὸς τῶν μακαρίων ἐκείνων, θεασαμένη τοὺς ἄλλους ἤδη τῷ κρύει τελειωθέντας, τὸν δὲ ἑαυτῆς υἱὸν ἔτι ἐμπνέοντα ὑπό τε ῥώμης καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, καταλιμπανόντων αὐτὸν τῶν δημίων ὡς δυνάμενόν γε μεταβουλεύσασθαι, αὐτὴ ταῖς οἰκείαις χερσὶν ἀραμένη, ἐπέθηκε τῇ ἁμάξῃ,
ἐφ᾿ ἧς οἱ λοιποὶ συγκείμενοι πρὸς τὴν πυρὰν ἤγοντο, μάρτυρος ὄντως μήτηρ.

Οὐ γὰρ δάκρυον ἀφῆκεν ἀγεννές· οὐδ᾿ ἐφθέγξατο ταπεινόν τι καὶ ἀνάξιον τοῦ καιροῦ· ἀλλ᾿, Ἄπιθι, φησὶν, ὦ παῖ, τὴν ἀγαθὴν πορείαν μετὰ τῶν ἡλικιωτῶν, μετὰ τῶν συσκήνων· μὴ ἀπολειφθῇς τῆς χορείας·
μὴ δεύτερος τῶν ἄλλων ἐμφανισθῇς τῷ Δεσπότη.

Ὄντως ἀγαθῆς ῥίζης ἀγαθὸν βλάστημα.

Ἔδειξεν ἡ γενναία μήτηρ, ὅτι δόγμασιν εὐσεβείας
ἐξέθρεψεν αὐτὸν μᾶλλον ἢ γάλακτι.

Καὶ ὁ μὲν οὕτω τραφεὶς οὕτω προεπέμφθη παρὰ μητρὸς εὐσεβοῦς·
ὁ δὲ διάβολος ἀπῆλθε κατῃσχυμμένος.

Ἅπασαν γὰρ ἐπ᾿ αὐτοὺς κινήσας τὴν κτίσιν, πάντα εὗρεν ἡττώμενα τῆς τῶν ἀνδρῶν ἀρετῆς, νύκτα δυσήνεμον, πατρίδα χειμέριον, τὴν ὥραν τοῦ ἔτους,
τῶν σωμάτων τὴν γύμνωσιν.

Ὢ χορὸς ἅγιος! ὢ σύνταγμα ἱερόν! ὢ συνασπισμὸς ἀῤῥαγής!
ὢ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων!

ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεως συνεργοὶ,
πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν Ἐκκλησιῶν.

Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ᾿ οὐρανὸς ὑπεδέξατο·
ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι.

Ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις, ἄνδρες ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος, τοῦ βίου καταφρονήσαντες,
ὑπὲρ γονεῖς, ὑπὲρ τέκνα τὸν Κύριον ἀγαπήσαντες.

Αὐτὸ τῆς ἡλικίας ἄγοντες τὸ βιώσιμον, ὑπερεῖδον τῆς προσκαίρου ζωῆς, ἵνα δοξάσωσι τὸν Θεὸν ἐν τοῖς μέλεσιν ἑαυτῶν·

θέατρον γενόμενοι τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις,
τοὺς πεπτωκότας ἤγειραν, τοὺς ἀμφιβόλους ἐβεβαιώσαντο,
τοῖς εὐσεβέσι τὴν ἐπιθυμίαν ἐδιπλασίασαν.

Ἒν ὑπὲρ τῆς εὐσεβείας ἅπαντες ἀναστήσαντες τρόπαιον.
ἑνὶ καὶ τῷ στεφάνῳ τῆς δικαιοσύνης κατεκοσμήθησαν,
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μεγάλου Βασιλείου
-Απόσπασμα ομιλίας-
"Είς τους Αγίους Τεσσαράκοντα Μάρτυρας"
Μ. Βασιλείου Επιστολές και άλλα κείμενα
απο τις εκδόσεις της Αποστολικής Διακονίας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου