Παρασκευή 12 Μαρτίου 2010

Δέσποτα φιλάνθρωπε, τῇ αὐτοῦ συμμαχίᾳ, δίδου διελθεῖν ἡμᾶς, τὸ λοιπὸν τῆς Νηστείας, ἐν κατανύξει καὶ τὰ ζωηρά, βλέψαι σου Πάθη, δι' ὧν ἐλυτρώθημεν


Ὁ τῆς ἀληθείας ἐξεταστής,
καὶ τῶν κρυπτῶν γνώστης Κύριος,
τὸν Φαρισαῖον τῇ κενοδοξίᾳ νικώμενον,
καὶ ταῖς ἐξ ἔργων ἀρεταῖς,
δικαιούμενον κατέκρινας,
τόν δὲ Τελώνην κατανύξει προσευχόμενον,
καὶ ὑπ' ἐκείνου κατακριθέντα ἐδικαίωσας,
οὗ καὶ ἡμᾶς,
τῆς μετανοίας ζηλωτάς,
ὁ σταυρωθεὶς ἀνάδειξον,
καὶ τῆς ἀφέσεως ἀξίωσον
ὡς φιλάνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου