Τὴν σοφίαν τοῦ Λόγου καταμαθών,
καὶ τὸ γράμμα τοῦ νόμου ἀποβαλών,
πᾶσιν ἀνεκήρυξας,
τὸν τῆς χάριτος λόγον,
καὶ τῶν ψυχῶν τὰς πλάκας,
λαξεύσας τῇ γλώττῃ σου,
ἐν αὐταῖς ἐχάραξας,
τὰ θεῖα διδάγματα
ὅθεν καὶ τοῦ γνόφου, διαβὰς τὴν νεφέλην,
καλυπτόμενος σώματι, ἀναλάμπεις τῷ Πνεύματι,
Ἱεράρχα Μελέτιε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
καὶ τὸ γράμμα τοῦ νόμου ἀποβαλών,
πᾶσιν ἀνεκήρυξας,
τὸν τῆς χάριτος λόγον,
καὶ τῶν ψυχῶν τὰς πλάκας,
λαξεύσας τῇ γλώττῃ σου,
ἐν αὐταῖς ἐχάραξας,
τὰ θεῖα διδάγματα
ὅθεν καὶ τοῦ γνόφου, διαβὰς τὴν νεφέλην,
καλυπτόμενος σώματι, ἀναλάμπεις τῷ Πνεύματι,
Ἱεράρχα Μελέτιε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου