Πέμπτη 11 Φεβρουαρίου 2010

Ἀνέτειλε τὸ ἔαρ τῆς νηστείας, καὶ τὸ ἄνθος τῆς μετανοίας· ἁγνίσωμεν οὖν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, τῷ φωτοδότῃ ψάλλοντες, εἴπωμεν· Δόξα σοι


Ἔλαμψε τῆς ἐγκρατείας ἡ εὐπρέπεια,
τῶν δαιμόνων τὴν ἀχλὺν φυγαδεύουσα,
ἐπεδήμησε τῆς νηστείας ἡ σεμνότης,
τῶν ψυχικῶν παθῶν,
τὴν ἰατρείαν φέρουσα,
ταύτῃ ποτὲ Δανιήλ,
καὶ οἱ ἐν Βαβυλῶνι Παῖδες φραξάμενοι,
ὁ μέν, στόμα λεόντων ἐχαλίνωσεν,
οἱ δέ, τὴν φλόγα τῆς καμίνου ἔσβεσαν,
μεθ' ὧν καὶ ἡμᾶς δι' αὐτῆς σῶσον,
Χριστὲ ὁ Θεός,
ὡς φιλάνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου