Τρίτη 9 Φεβρουαρίου 2010

Aἴτησαι ἡμῖν Νικηφόρε, πᾶσι φωτισμὸν τοῖς εὐφημοῦσί σε


Ἔδειξας πᾶσιν ἐμφανῶς, Ἀθλητὰ Νικηφόρε,
ὅτι τὸν πλησίον ὁ μὴ φιλῶν,
οὔτε τὸν Δεσπότην ἀγαπῆσαι δύναται,
διόπερ,
αὐτὸς μὲν εἰλικρινῶς ἀγαπήσας Σαπρίκιον τὸν ὁμόδουλον,
ἐντεῦθεν καὶ πρὸς τὸν θεῖον ἀνεπτερώθης ἔρωτα,
καὶ τὴν ψυχήν σου τέθεικας,
ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας καὶ πίστεως.
Σαπρίκιος δὲ ὁ δυσώνυμος,
ἄσπονδον πρὸς σὲ τὸ μῖσος κτησάμενος,
ἀρνητὴς ἐδείχθη καὶ τοῦ Δεσπότου Χριστοῦ,
ᾧ νῦν αὐτὸς παρεστώς,
καθικέτευε τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου