Τὰς τοῦ Κυρίου γνόντες ἐντολὰς
οὕτω πολιτευθῶμεν·
πεινῶντας διαθρέψωμεν,
διψῶντας ποτίσωμεν,
γυμνοὺς περιβαλώμεθα
ξένους, συνεισαγάγωμεν,
ἀσθενοῦντας, καὶ τοὺς ἐν φυλακῇ, ἐπισκεψώμεθα,
ἵνα εἴπῃ καὶ πρὸς ἡμᾶς,
ὁ μέλλων κρῖναι πᾶσαν τὴν γῆν·
Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου,
κληρονομήσατε,
τὴν ἡτοιμασμένην
ὑμῖν βασιλείαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου