Τετάρτη 10 Φεβρουαρίου 2010

Σκέπε φρούρει φύλαττε αθλητά, τους υπό την σκέπην, καταφεύγοντας νυν την σην, και ρύσαι εκ βλάβης, λοιμού του πανωλέθρου, ταις θείαις σου πρεσβείαις

Δεῦτε φιλομάρτυρες πάντες,
εὐωχηθῶμεν
ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ Ἀθλοφόρου,
καὶ πνευματικῶς πανηγυρίσωμεν·
Σήμερον γὰρ συγκαλεῖται ἡμᾶς,
ἡ πανσεβάσμιος πανήγυρις,
Χαραλάμπους τοῦ Ἱερομάρτυρος,
τράπεζαν ἡμῖν παρατιθεμένη,
τὰς ἀριστείας τῶν παλαισμάτων αὐτοῦ,
καὶ τὴν πανεύφημον αὐτοῦ Κεφαλήν,
ἰάματα ὡς νάματα βλύζουσαν,
πᾶσι τοῖς πιστῶς αὐτῇ προσιοῦσι,
καὶ ἀρυομένοις ἐξ αὐτῆς ἴασιν,
ψυχῶν τε καὶ σωμάτων,
καὶ δεινῶν ἀπαλλαγήν,
καὶ τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου